τοῖς εὖ φρονοῦσι· τὸν μὲν ὑγιείας ἕνα,
ὃν πρῶτον ἐκπίνουσι, τὸν δὲ δεύτερον
ἔρωτος ἡδονῆς τε, τὸν τρίτον δ᾽ ὕπνου,
ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι
οἴκαδε βαδίζουσ᾽. ὁ δὲ τέταρτος οὐκ ἔτι
ἡμέτερός ἐστ᾽, ἀλλ᾽ ὕβρεος· ὁ δὲ πέμπτος βοῆς·
ἕκτος δὲ κώμων· ἕβδομος δ᾽ ὑπωπίων·
ὁ δ᾽ ὄγδοος κλητῆρος· ὁ δ᾽ ἔνατος χολῆς·
δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ·»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου